Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.360 Joseph. AJ 16.366 (English) >>Joseph. AJ 16.371

16.364ἐφʼ αἷς ἐκεῖνος ὡς ἐγένετο μᾶλλόν τε ἐξεβόα καὶ τὸ περιὸν εἰς ὁμολογίαν τῆς ἐπιβουλῆς διʼ ἐκείνων ηὔξανεν ἐπομνύμενος, ὡς ἥδιον ἂν στέροιτο τοῦ ζῆν τοιούτων ἀκούειν λόγων. 16.365τὸ δὲ τελευταῖον εἰπών, ὅτι καὶ τῇ φύσει καὶ τῇ Καίσαρος δόσει τὴν ἐξουσίαν αὐτὸς ἔχοι, προσέθηκεν αὐτῷ καὶ πάτριον νόμον κελεύειν, εἴ του κατηγορήσαντες οἱ γονεῖς ἐπιθοῖεν τῇ κεφαλῇ τὰς χεῖρας, ἐπάναγκες εἶναι τοῖς περιεστῶσιν βάλλειν καὶ τοῦτον ἀποκτείνειν τὸν τρόπον. 16.366ὅπερ ἕτοιμος ὢν αὐτὸς ἐν τῇ πατρίδι καὶ τῇ βασιλείᾳ ποιεῖν ὅμως ἀναμεῖναι τὴν ἐκείνων κρίσιν, ἥκειν μέντοι δικαστὰς μὲν οὐχ οὕτως ἐπὶ φανεροῖς οἷς ἐκ τῶν παίδων ὀλίγου πάθοι, συνοργισθῆναι δὲ καιρὸν ἔχοντας, ὡς οὐδενὶ καὶ τῶν πόρρω γεγονότων ἀμελῆσαι τοιαύτης ἐπιβουλῆς ἄξιον. 16.367

Ταῦτα τοῦ βασιλέως εἰπόντος καὶ τῶν νεανίσκων οὐδὲ ἕως ἀπολογίας παρηγμένων συμφρονήσαντες οἱ κατὰ τὸ συνέδριον, ὡς ἐπιεικείας καὶ διαλλαγῶν χεῖρον ἔχοι, τὴν ἐξουσίαν ἐβεβαίουν αὐτῷ. 16.368καὶ πρῶτον μὲν Σατορνῖνος ἀνὴρ ὑπατικὸς καὶ τῶν ἐπʼ ἀξιώματος ἀπεφήνατο γνώμην ἀηδεστάτῃ περιστάσει χρώμενος· ἔφη γὰρ καταδικάζειν μὲν τῶν Ἡρώδου παίδων, κτείνειν δʼ οὐκ οἴεσθαι δικαιοῦν αὐτὸς παῖδας ἔχων καὶ τοῦ πάθους μείζονος ὄντος, εἰ καὶ πάντα διʼ αὐτοὺς δεδυστύχηκεν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.360 Joseph. AJ 16.366 (English) >>Joseph. AJ 16.371

Powered by PhiloLogic